Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.242 Joseph. AJ 11.247 (English) >>Joseph. AJ 11.252

11.245καὶ παρελθὼν πρὸς αὑτὸν τὴν γυναῖκα Γάζασαν ἐκάλεσεν καὶ τοὺς φίλους. ὧν παρόντων διηγεῖτο τὴν τιμήν, ἧς οὐ παρὰ τοῦ βασιλέως ἀπολαύοι μόνον, ἀλλὰ καὶ παρὰ τῆς βασιλίσσης· καὶ γὰρ τήμερον ὡς δειπνήσειεν παρʼ αὐτῇ μόνος σὺν τῷ βασιλεῖ, κληθείη πάλιν εἰς τὴν ἐπιοῦσαν. 11.246ἔλεγέν τε μὴ ἀρέσκεσθαι Μαρδοχαῖον ὁρῶντα ἐν τῇ αὐλῇ τὸν Ἰουδαῖον. τῆς δὲ γυναικὸς αὐτοῦ Γαζάσης εἰπούσης κελεῦσαι ξύλον κοπῆναι πηχῶν ἑξήκοντα καὶ πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι τὸν Μαρδοχαῖον, ἐπαινέσας τὴν γνώμην προσέταξεν τοῖς οἰκέταις ξύλον ἑτοιμασαμένους στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίῳ. 11.247καὶ τοῦτο μὲν ἦν ἕτοιμον· δὲ θεὸς κατεγέλα τῆς Ἀμάνου πονηρᾶς ἐλπίδος καὶ τὸ συμβησόμενον εἰδὼς ἐτέρπετο τῷ γενησομένῳ· τοῦ γὰρ βασιλέως διὰ νυκτὸς ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον. 11.248 δʼ οὐ βουλόμενος ἀργῶς ἀπολέσαι τὴν ἀγρυπνίαν, ἀλλʼ εἴς τι τῶν τῇ βασιλείᾳ διαφερόντων αὐτὴν ἀναλῶσαι, τὸν γραμματέα κομίσαντα καὶ τῶν πρὸ αὐτοῦ βασιλέων τὰ ὑπομνήματα καὶ τῶν ἰδίων πράξεων ἀναγινώσκειν αὐτῷ προσέταξεν. 11.249κομίσαντος δὲ καὶ ἀναγινώσκοντος εὑρέθη τις διʼ ἀριστείαν ἔν τινι γέρας εἰληφὼς χώραν, ἧς καὶ τὸ ὄνομα ἐγέγραπτο. ἕτερον δὲ διὰ πίστιν τετυχηκότα δωρεᾶς μηνύων ἦλθεν καὶ ἐπὶ Γαβαταῖον καὶ Θεοδέστην τοὺς ἐπιβουλεύσαντας εὐνούχους τῷ βασιλεῖ, ὧν μηνυτὴς Μαρδοχαῖος ἦν γεγενημένος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.242 Joseph. AJ 11.247 (English) >>Joseph. AJ 11.252

Powered by PhiloLogic